Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.15 Dem. 27.18 (English) >>Dem. 27.20

27.16καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθʼ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θʼ ἑαυτὸν ἔχειν τὴν προῖκʼ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος; 27.17ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι.Μαρτυρίαι

τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. μὴ γήμαντος δʼ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, μὲν νόμος κελεύει τὴν προῖκʼ ὀφείλειν ἐπʼ ἐννέʼ ὀβολοῖς, ἐγὼ δʼ ἐπὶ δραχμῇ μόνον τίθημι. γίγνεται δʼ, ἐάν τις συντιθῇ τό τʼ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα. 27.18καὶ ταῦτα μὲν οὕτως ὑμῖν ἐπιδείκνυμι λαβόντα καὶ ἔχειν ὁμολογήσαντα μαρτύρων ἐναντίον τοσούτων· ἄλλας τοίνυν ἔχει τριάκοντα μνᾶς, τοῦ ἐργαστηρίου λαβὼν τὴν πρόσοδον, καὶ ἀναισχυντότατʼ ἀνθρώπων ἀποστερεῖν ἐπικεχείρηκεν. ἐμοὶ δʼ πατὴρ κατέλιπεν τριάκοντα μνᾶς ἀπʼ αὐτῶν τὴν πρόσοδον· ἀποδομένων δὲ τούτων τὰ ἡμίσεα τῶν ἀνδραπόδων, πεντεκαίδεκά μοι μνᾶς γίγνεσθαι κατὰ λόγον προσῆκε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.15 Dem. 27.18 (English) >>Dem. 27.20

Powered by PhiloLogic